1다윗의 아들, 아브라함의 아들인 예수 그리스도의 기원에 관한 책.
SBLGNT 그리스어 원문
Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
AI 초벌과 인간 승인 문장을 구분해 표시합니다.
1다윗의 아들, 아브라함의 아들인 예수 그리스도의 기원에 관한 책.
Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
2아브라함은 이삭을 낳았고, 이삭은 야곱을 낳았으며, 야곱은 유다와 그의 형제들을 낳았다.
Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3유다는 다말에게서 베레스와 세라를 낳았고, 베레스는 헤스론을 낳았으며, 헤스론은 아람을 낳았다.
Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,
4아람은 아미나답을 낳았고, 아미나답은 나손을 낳았으며, 나손은 살몬을 낳았다.
Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
5살몬은 라합에게서 보아스를 낳았고, 보아스는 룻에게서 오벳을 낳았으며, 오벳은 이새를 낳았다.
Σαλμὼν δὲ ἐγέννησεν τὸν ⸂Βόες ἐκ τῆς Ῥαχάβ, Βόες⸃ δὲ ἐγέννησεν τὸν ⸂Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ⸃ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,
6이새는 다윗 왕을 낳았다. 다윗은 우리야의 여자에게서 솔로몬을 낳았다.
Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ ⸀δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
7솔로몬은 르호보암을 낳았고, 르호보암은 아비야를 낳았으며, 아비야는 아삽을 낳았다.
Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν ⸂Ἀσάφ,
8아삽은 여호사밧을 낳았고, 여호사밧은 요람을 낳았으며, 요람은 웃시야를 낳았다.
Ἀσὰφ⸃ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,
9웃시야는 요담을 낳았고, 요담은 아하스를 낳았으며, 아하스는 히스기야를 낳았다.
Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,
10히스기야는 므낫세를 낳았고, 므낫세는 아모스를 낳았으며, 아모스는 요시야를 낳았다.
Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ⸂Ἀμώς, Ἀμὼς⸃ δὲ ἐγέννησεν τὸν Ἰωσίαν,
11요시야는 바빌론으로 이주하던 때에 여고냐와 그의 형제들을 낳았다.
Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12바빌론으로 이주한 뒤 여고냐는 스알디엘을 낳았고, 스알디엘은 스룹바벨을 낳았다.
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,
13스룹바벨은 아비훗을 낳았고, 아비훗은 엘리아김을 낳았으며, 엘리아김은 아소르를 낳았다.
Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ, Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,
14아소르는 사독을 낳았고, 사독은 아킴을 낳았으며, 아킴은 엘리웃을 낳았다.
Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,
15엘리웃은 엘르아살을 낳았고, 엘르아살은 맛단을 낳았으며, 맛단은 야곱을 낳았다.
Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,
16야곱은 마리아의 남편 요셉을 낳았다. 마리아에게서 그리스도라고 불리는 예수가 태어났다.
Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος χριστός.
17그러므로 모든 세대는 아브라함부터 다윗까지 열네 세대이며, 다윗부터 바빌론으로의 이주까지 열네 세대이며, 바빌론으로의 이주부터 그리스도까지 열네 세대이다.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.
18예수 그리스도의 태어남은 이러했다. 그의 어머니 마리아가 요셉과 약혼한 뒤, 그들이 함께하기 전에 성령으로부터 임신한 것이 드러났다.
Τοῦ δὲ ⸀Ἰησοῦ χριστοῦ ἡ ⸀γένεσις οὕτως ἦν. ⸀μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
19그녀의 남편 요셉은 의로운 사람이었고 그녀를 드러내어 수치스럽게 하기를 원하지 않았으므로, 그녀를 몰래 보내기로 마음먹었다.
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν ⸀δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
20그가 이 일들을 생각했을 때, 보라, 주님의 천사가 꿈에 그에게 나타나 말했다. “다윗의 아들 요셉아, 네 아내 마리아를 데려오기를 두려워하지 마라. 그녀 안에 생겨난 것은 성령으로부터 온 것이기 때문이다.
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν ⸀Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·
21그녀가 아들을 낳을 것이며, 너는 그의 이름을 예수라 부를 것이다. 그가 자기 백성을 그들의 죄들에서 구할 것이기 때문이다.”
τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22이 모든 일은 주님께서 예언자를 통해 하신 말씀이 이루어지도록 일어났다. 그가 말한다.
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·
23“보라, 처녀가 임신하여 아들을 낳을 것이며, 사람들이 그의 이름을 임마누엘이라 부를 것이다.” 이를 번역하면 “우리와 함께 계시는 하나님”이다.
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν μεθερμηνευόμενον Μεθʼ ἡμῶν ὁ θεός.
24요셉은 잠에서 깨어나 주님의 천사가 자신에게 지시한 대로 행하고 자기 아내를 데려왔다.
⸀ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
25그녀가 아들을 낳기까지 그는 그녀를 알지 않았고, 그 아들의 이름을 예수라 불렀다.
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν ⸀υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.