Verse & Sense

← 목차

마가복음 12장

1Καὶ·ἤρξατο·αὐτοῖς·ἐν·παραβολαῖς·λαλεῖν··Ἀμπελῶνα·ἄνθρωπος·ἐφύτευσεν,·καὶ·περιέθηκεν·φραγμὸν·καὶ·ὤρυξεν·ὑπολήνιον·καὶ·ᾠκοδόμησεν·πύργον,·καὶ·ἐξέδετο·αὐτὸν·γεωργοῖς,·καὶ·ἀπεδήμησεν.·
미번역
비잔틴(RP) Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
구역(1910) 예수께서 비유로 저희에게 말씀하시되 `한사람이 포도원을 만들고 산울로 두르고 즙 짜는 구유 자리를 파고 망대를 짓고 농부들에게 세로 주고 타국에 갔더니
2καὶ·ἀπέστειλεν·πρὸς·τοὺς·γεωργοὺς·τῷ·καιρῷ·δοῦλον,·ἵνα·παρὰ·τῶν·γεωργῶν·λάβῃ·ἀπὸ·τῶν·καρπῶν·τοῦ·ἀμπελῶνος··
미번역
비잔틴(RP) Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
구역(1910) 때가 이르매 농부들에게 포도원 소출 얼마를 받으려고 한 종을 보내니
3καὶ·λαβόντες·αὐτὸν·ἔδειραν·καὶ·ἀπέστειλαν·κενόν.·
미번역
비잔틴(RP) Οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν.
구역(1910) 저희가 종을 잡아 심히 때리고 거저 보내었거늘
4καὶ·πάλιν·ἀπέστειλεν·πρὸς·αὐτοὺς·ἄλλον·δοῦλον··κἀκεῖνον·ἐκεφαλίωσαν·καὶ·ἠτίμασαν.·
미번역
비잔틴(RP) Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον.
구역(1910) 다시 다른 종을 보내니 그의 머리에 상처를 내고 능욕하였거늘
5καὶ·ἄλλον·ἀπέστειλεν··κἀκεῖνον·ἀπέκτειναν,·καὶ·πολλοὺς·ἄλλους,·οὓς·μὲν·δέροντες·οὓς·δὲ·ἀποκτέννοντες.·
미번역
비잔틴(RP) Καὶ πάλιν ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτένοντες.
구역(1910) 또 다른 종을 보내니 저희가 그를 죽이고 또 그 외 많은 종들도 혹은 때리고 혹은 죽인지라
6ἔτι·ἕνα·εἶχεν,·υἱὸν·ἀγαπητόν··ἀπέστειλεν·αὐτὸν·ἔσχατον·πρὸς·αὐτοὺς·λέγων·ὅτι·Ἐντραπήσονται·τὸν·υἱόν·μου.·
미번역
비잔틴(RP) Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
구역(1910) 오히려 한사람이 있으니 곧 그의 사랑하는 아들이라 최후로 이를 보내며 가로되 내 아들은 공경하리라 하였더니
7ἐκεῖνοι·δὲ·οἱ·γεωργοὶ·πρὸς·ἑαυτοὺς·εἶπαν·ὅτι·Οὗτός·ἐστιν··κληρονόμος··δεῦτε·ἀποκτείνωμεν·αὐτόν,·καὶ·ἡμῶν·ἔσται··κληρονομία.·
미번역
비잔틴(RP) Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
구역(1910) 저 농부들이 서로 말하되 이는 상속자니 자, 죽이자 그러면 그 유업이 우리 것이 되리라 하고
8καὶ·λαβόντες·ἀπέκτειναν·αὐτόν,·καὶ·ἐξέβαλον·αὐτὸν·ἔξω·τοῦ·ἀμπελῶνος.·
미번역
비잔틴(RP) Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος.
구역(1910) 이에 잡아 죽여 포도원 밖에 내어 던졌느니라
9τί·ποιήσει··κύριος·τοῦ·ἀμπελῶνος;·ἐλεύσεται·καὶ·ἀπολέσει·τοὺς·γεωργούς,·καὶ·δώσει·τὸν·ἀμπελῶνα·ἄλλοις.·
미번역
비잔틴(RP) Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
구역(1910) 포도원 주인이 어떻게 하겠느뇨 ? 와서 그 농부들을 진멸하고 포도원을 다른 사람들에게 주리라
10οὐδὲ·τὴν·γραφὴν·ταύτην·ἀνέγνωτε··Λίθον·ὃν·ἀπεδοκίμασαν·οἱ·οἰκοδομοῦντες,·οὗτος·ἐγενήθη·εἰς·κεφαλὴν·γωνίας··
미번역
비잔틴(RP) Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
구역(1910) 너희가 성경에 건축자들의 버린 돌이 모퉁이의 머릿돌이 되었나니
11παρὰ·κυρίου·ἐγένετο·αὕτη,·καὶ·ἔστιν·θαυμαστὴ·ἐν·ὀφθαλμοῖς·ἡμῶν;·
미번역
비잔틴(RP) παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
구역(1910) 이것은 주로 말미암아 된 것이요 우리 눈에 기이하도다 함을 읽어 보지도 못하였느냐 ?' 하시더라
12Καὶ·ἐζήτουν·αὐτὸν·κρατῆσαι,·καὶ·ἐφοβήθησαν·τὸν·ὄχλον,·ἔγνωσαν·γὰρ·ὅτι·πρὸς·αὐτοὺς·τὴν·παραβολὴν·εἶπεν.·καὶ·ἀφέντες·αὐτὸν·ἀπῆλθον.·
미번역
비잔틴(RP) Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
구역(1910) 저희가 예수의 이 비유는 자기들을 가리켜 말씀하심인 줄 알고 잡고자 하되 무리를 두려워하여 예수를 버려두고 가니라
13Καὶ·ἀποστέλλουσιν·πρὸς·αὐτόν·τινας·τῶν·Φαρισαίων·καὶ·τῶν·Ἡρῳδιανῶν·ἵνα·αὐτὸν·ἀγρεύσωσιν·λόγῳ.·
미번역
비잔틴(RP) Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
구역(1910) 저희가 예수의 말씀을 책잡으려 하여 바리새인과 헤롯당 중에서 사람을 보내매
14καὶ·ἐλθόντες·λέγουσιν·αὐτῷ··Διδάσκαλε,·οἴδαμεν·ὅτι·ἀληθὴς·εἶ·καὶ·οὐ·μέλει·σοι·περὶ·οὐδενός,·οὐ·γὰρ·βλέπεις·εἰς·πρόσωπον·ἀνθρώπων,·ἀλλʼ·ἐπʼ·ἀληθείας·τὴν·ὁδὸν·τοῦ·θεοῦ·διδάσκεις··ἔξεστιν·δοῦναι·κῆνσον·Καίσαρι··οὔ;·δῶμεν··μὴ·δῶμεν;·
미번역
비잔틴(RP) Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις. Ἔξεστιν κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ;
구역(1910) 와서 가로되 `선생님이여, 우리가 아노니 당신은 참되시고 아무라도 꺼리는 일이 없으시니 이는 사람을 외모로 보지 않고 오직 참으로써 하나님의 도를 가르치심이니이다 가이사에게 세를 바치는것이 가하니이까 ? 불가하니이까 ?
15·δὲ·εἰδὼς·αὐτῶν·τὴν·ὑπόκρισιν·εἶπεν·αὐτοῖς··Τί·με·πειράζετε;·φέρετέ·μοι·δηνάριον·ἵνα·ἴδω.·
미번역
비잔틴(RP) Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.
구역(1910) 우리가 바치리이까 ? 말리이까 ?'한대 예수께서 그 외식함을 아시고 이르시되 `어찌하여 나를 시험하느냐 ? 데나리온 하나를 가져다가 내게 보이라' 하시니
16οἱ·δὲ·ἤνεγκαν.·καὶ·λέγει·αὐτοῖς··Τίνος··εἰκὼν·αὕτη·καὶ··ἐπιγραφή;·οἱ·δὲ·εἶπαν·αὐτῷ··Καίσαρος.·
미번역
비잔틴(RP) Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος.
구역(1910) 가져왔거늘 예수께서 가라사대 `이 화상과 이 글이 뉘 것이냐 ?' 가로되 `가이사의 것이니이다'
17·δὲ·Ἰησοῦς·εἶπεν·αὐτοῖς··Τὰ·Καίσαρος·ἀπόδοτε·Καίσαρι·καὶ·τὰ·τοῦ·θεοῦ·τῷ·θεῷ.·καὶ·ἐξεθαύμαζον·ἐπʼ·αὐτῷ.·
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ ἐθαύμασαν ἐπ’ αὐτῷ.
구역(1910) 이에 예수께서 가라사대 `가이사의 것은 가이사에게 하나님의 것은 하나님께 바치라' 하시니 저희가 예수께 대하여 심히 기이히 여기더라
18Καὶ·ἔρχονται·Σαδδουκαῖοι·πρὸς·αὐτόν,·οἵτινες·λέγουσιν·ἀνάστασιν·μὴ·εἶναι,·καὶ·ἐπηρώτων·αὐτὸν·λέγοντες··
미번역
비잔틴(RP) Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες,
구역(1910) 부활이 없다 하는 사두개인들이 예수께 와서 물어 가로되
19Διδάσκαλε,·Μωϋσῆς·ἔγραψεν·ἡμῖν·ὅτι·ἐάν·τινος·ἀδελφὸς·ἀποθάνῃ·καὶ·καταλίπῃ·γυναῖκα·καὶ·μὴ·ἀφῇ·τέκνον,·ἵνα·λάβῃ··ἀδελφὸς·αὐτοῦ·τὴν·γυναῖκα·καὶ·ἐξαναστήσῃ·σπέρμα·τῷ·ἀδελφῷ·αὐτοῦ.·
미번역
비잔틴(RP) Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
구역(1910) `선생님이여, 모세가 우리에게 써 주기를 사람의 형이 자식이 없이 아내를 두고 죽거든 그 동생이 그 아내를 취하여 형을 위하여 후사를 세울지니라 하였나이다
20ἑπτὰ·ἀδελφοὶ·ἦσαν··καὶ··πρῶτος·ἔλαβεν·γυναῖκα,·καὶ·ἀποθνῄσκων·οὐκ·ἀφῆκεν·σπέρμα··
미번역
비잔틴(RP) Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
구역(1910) 칠 형제가 있었는데 맏이 아내를 취하였다가 후사가 없이 죽고
21καὶ··δεύτερος·ἔλαβεν·αὐτήν,·καὶ·ἀπέθανεν·μὴ·καταλιπὼν·σπέρμα,·καὶ··τρίτος·ὡσαύτως··
미번역
비잔틴(RP) καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, καὶ οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως.
구역(1910) 둘째도 그 여자를 취하였다가 후사가 없이 죽고 세째도 그렇게 하여
22καὶ·οἱ·ἑπτὰ·οὐκ·ἀφῆκαν·σπέρμα··ἔσχατον·πάντων·καὶ··γυνὴ·ἀπέθανεν.·
미번역
비잔틴(RP) Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανεν καὶ ἡ γυνή.
구역(1910) 일곱이 다 후사가 없었고 최후에 여자도 죽었나이다
23ἐν·τῇ·ἀναστάσει·ὅταν·ἀναστῶσιν·τίνος·αὐτῶν·ἔσται·γυνή;·οἱ·γὰρ·ἑπτὰ·ἔσχον·αὐτὴν·γυναῖκα.·
미번역
비잔틴(RP) Ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
구역(1910) 일곱사람이 다 그를 아내로 취하였으니 부활을 당하여 저희가 살아날 때에 그 중에 뉘 아내가 되리이까 ?'
24ἔφη·αὐτοῖς··Ἰησοῦς··Οὐ·διὰ·τοῦτο·πλανᾶσθε·μὴ·εἰδότες·τὰς·γραφὰς·μηδὲ·τὴν·δύναμιν·τοῦ·θεοῦ;·
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
구역(1910) 예수께서 가라사대 `너희가 성경도 하나님의 능력도 알지 못하므로 오해함이 아니냐 ?
25ὅταν·γὰρ·ἐκ·νεκρῶν·ἀναστῶσιν,·οὔτε·γαμοῦσιν·οὔτε·γαμίζονται,·ἀλλʼ·εἰσὶν·ὡς·ἄγγελοι·ἐν·τοῖς·οὐρανοῖς··
미번역
비잔틴(RP) Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.
구역(1910) 사람이 죽은 자 가운데서 살아날 때에는 장가도 아니가고 시집도 아니가고 하늘에 있는 천사들과 같으니라
26περὶ·δὲ·τῶν·νεκρῶν·ὅτι·ἐγείρονται·οὐκ·ἀνέγνωτε·ἐν·τῇ·βίβλῳ·Μωϋσέως·ἐπὶ·τοῦ·βάτου·πῶς·εἶπεν·αὐτῷ··θεὸς·λέγων··Ἐγὼ··θεὸς·Ἀβραὰμ·καὶ··θεὸς·Ἰσαὰκ·καὶ··θεὸς·Ἰακώβ;·
미번역
비잔틴(RP) Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ θεός, λέγων, Ἐγὼ ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;
구역(1910) 죽은 자의 살아난다는 것을 의논할찐대 너희가 모세의 책 중 가시나무떨기에 관한 글에 하나님께서 모세에게 이르시되 나는 아브라함의 하나님이요 이삭의 하나님이요 야곱의 하나님이로라 하신 말씀을 읽어보지 하였느냐
27οὐκ·ἔστιν·θεὸς·νεκρῶν·ἀλλὰ·ζώντων··πολὺ·πλανᾶσθε.·
미번역
비잔틴(RP) Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
구역(1910) 하나님은 죽은 자의 하나님이 아니요 산 자의 하나님이시라 너희가 크게 오해하였도다' 하시니라
28Καὶ·προσελθὼν·εἷς·τῶν·γραμματέων·ἀκούσας·αὐτῶν·συζητούντων,·ἰδὼν·ὅτι·καλῶς·ἀπεκρίθη·αὐτοῖς,·ἐπηρώτησεν·αὐτόν··Ποία·ἐστὶν·ἐντολὴ·πρώτη·πάντων;·
미번역
비잔틴(RP) Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν πρώτη πάντων ἐντολή;
구역(1910) 서기관 중 한사람이 저희의 변론하는 것을 듣고 예수께서 대답 잘하신 줄을 알고 나아와 묻되 `모든 계명 중에 첫째가 무엇이니이까 ?'
29ἀπεκρίθη··Ἰησοῦς·ὅτι·Πρώτη·ἐστίν··Ἄκουε,·Ἰσραήλ,·κύριος··θεὸς·ἡμῶν·κύριος·εἷς·ἐστιν,·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πάντων τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν, κύριος εἷς ἐστίν·
구역(1910) 예수께서 대답하시되 `첫째는 이것이니 이스라엘아 ! 들으라 주, 곧 우리 하나님은 유일한 주시라
30καὶ·ἀγαπήσεις·κύριον·τὸν·θεόν·σου·ἐξ·ὅλης·τῆς·καρδίας·σου·καὶ·ἐξ·ὅλης·τῆς·ψυχῆς·σου·καὶ·ἐξ·ὅλης·τῆς·διανοίας·σου·καὶ·ἐξ·ὅλης·τῆς·ἰσχύος·σου.·
미번역
비잔틴(RP) καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή.
구역(1910) 네 마음을 다하고 목숨을 다하고 뜻을 다하고 힘을 다하여 주 너의 하나님을 사랑하라 하신 것이라
31δευτέρα·αὕτη··Ἀγαπήσεις·τὸν·πλησίον·σου·ὡς·σεαυτόν.·μείζων·τούτων·ἄλλη·ἐντολὴ·οὐκ·ἔστιν.·
미번역
비잔틴(RP) Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
구역(1910) 둘째는 이것이니 네 이웃을 네몸과 같이 사랑하라 하신 것이라 이에서 더 큰 계명이 없느니라'
32καὶ·εἶπεν·αὐτῷ··γραμματεύς··Καλῶς,·διδάσκαλε,·ἐπʼ·ἀληθείας·εἶπες·ὅτι·εἷς·ἐστιν·καὶ·οὐκ·ἔστιν·ἄλλος·πλὴν·αὐτοῦ··
미번역
비잔틴(RP) Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
구역(1910) 서기관이 가로되 `선생님이여, 옳소이다 하나님은 한 분이시요 그 외에 다른 이가 없다 하신 말씀이 참이니이다
33καὶ·τὸ·ἀγαπᾶν·αὐτὸν·ἐξ·ὅλης·τῆς·καρδίας·καὶ·ἐξ·ὅλης·τῆς·συνέσεως·καὶ·ἐξ·ὅλης·τῆς·ἰσχύος·καὶ·τὸ·ἀγαπᾶν·τὸν·πλησίον·ὡς·ἑαυτὸν·περισσότερόν·ἐστιν·πάντων·τῶν·ὁλοκαυτωμάτων·καὶ·θυσιῶν.·
미번역
비잔틴(RP) καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
구역(1910) 또 마음을 다하고 지혜를 다하고 힘을 다하여 하나님을 사랑하는 것과 또 이웃을 제몸과 같이 사랑하는 것이 전체로 드리는 모든 번제물과 기타 제물보다 나으니이다'
34καὶ··Ἰησοῦς·ἰδὼν·αὐτὸν·ὅτι·νουνεχῶς·ἀπεκρίθη·εἶπεν·αὐτῷ··Οὐ·μακρὰν·εἶ·ἀπὸ·τῆς·βασιλείας·τοῦ·θεοῦ.·καὶ·οὐδεὶς·οὐκέτι·ἐτόλμα·αὐτὸν·ἐπερωτῆσαι.·
미번역
비잔틴(RP) Καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
구역(1910) 예수께서 그 지혜 있게 대답함을 보시고 이르시되 `네가 하나님의 나라에 멀지 않도다' 하시니 그 후에 감히 묻는 자가 없더라
35Καὶ·ἀποκριθεὶς··Ἰησοῦς·ἔλεγεν·διδάσκων·ἐν·τῷ·ἱερῷ··Πῶς·λέγουσιν·οἱ·γραμματεῖς·ὅτι··χριστὸς·υἱὸς·Δαυίδ·ἐστιν;·
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱός ἐστιν Δαυίδ;
구역(1910) 예수께서 성전에서 가르치실새 대답하여 가라사대 `어찌하여 서기관들이 그리스도를 다윗의 자손이라 하느뇨 ?
36αὐτὸς·Δαυὶδ·εἶπεν·ἐν·τῷ·πνεύματι·τῷ·ἁγίῳ··Εἶπεν·κύριος·τῷ·κυρίῳ·μου··Κάθου·ἐκ·δεξιῶν·μου·ἕως·ἂν·θῶ·τοὺς·ἐχθρούς·σου·ὑποκάτω·τῶν·ποδῶν·σου.·
미번역
비잔틴(RP) Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν πνεύματι ἁγίῳ, Λέγει ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
구역(1910) 다윗이 성령에 감동하여 친히 말하되 주께서 내 주께 이르시되 내가 네 원수를 발 아래 둘 때까지 내 우편에 앉았으라 하셨도다 하였느니라
37αὐτὸς·Δαυὶδ·λέγει·αὐτὸν·κύριον,·καὶ·πόθεν·αὐτοῦ·ἐστιν·υἱός;·καὶ··πολὺς·ὄχλος·ἤκουεν·αὐτοῦ·ἡδέως.·
미번역
비잔틴(RP) Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
구역(1910) 다윗이 그리스도를 주라 하였은즉 어찌 그의 자손이 되겠느냐 ?' 하시더라 백성이 즐겁게 듣더라
38Καὶ·ἐν·τῇ·διδαχῇ·αὐτοῦ·ἔλεγεν··Βλέπετε·ἀπὸ·τῶν·γραμματέων·τῶν·θελόντων·ἐν·στολαῖς·περιπατεῖν·καὶ·ἀσπασμοὺς·ἐν·ταῖς·ἀγοραῖς·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
구역(1910) 예수께서 가르치실 때에 가라사대 `긴 옷을 입고 다니는 것과 시장에서 문안 받는 것과
39καὶ·πρωτοκαθεδρίας·ἐν·ταῖς·συναγωγαῖς·καὶ·πρωτοκλισίας·ἐν·τοῖς·δείπνοις,·
미번역
비잔틴(RP) καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
구역(1910) 회당의 상좌와 잔치의 상석을 원하는 서기관들을 삼가라
40οἱ·κατεσθίοντες·τὰς·οἰκίας·τῶν·χηρῶν·καὶ·προφάσει·μακρὰ·προσευχόμενοι··οὗτοι·λήμψονται·περισσότερον·κρίμα.·
미번역
비잔틴(RP) οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.
구역(1910) 저희는 과부의 가산을 삼키며 외식으로 길게 기도하는 자니 그 받는 판결이 더욱 중하리라' 하시니라
41Καὶ·καθίσας·κατέναντι·τοῦ·γαζοφυλακίου·ἐθεώρει·πῶς··ὄχλος·βάλλει·χαλκὸν·εἰς·τὸ·γαζοφυλάκιον··καὶ·πολλοὶ·πλούσιοι·ἔβαλλον·πολλά··
미번역
비잔틴(RP) Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.
구역(1910) 예수께서 연보궤를 대하여 앉으사 무리의 연보 궤에 돈 넣는 것을 보실새 여러 부자는 많이 넣는데
42καὶ·ἐλθοῦσα·μία·χήρα·πτωχὴ·ἔβαλεν·λεπτὰ·δύο,··ἐστιν·κοδράντης.·
미번역
비잔틴(RP) Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
구역(1910) 한 가난한 과부는 와서 두 렙돈 곧 한 고드란트를 넣는지라
43καὶ·προσκαλεσάμενος·τοὺς·μαθητὰς·αὐτοῦ·εἶπεν·αὐτοῖς··Ἀμὴν·λέγω·ὑμῖν·ὅτι··χήρα·αὕτη··πτωχὴ·πλεῖον·πάντων·ἔβαλεν·τῶν·βαλλόντων·εἰς·τὸ·γαζοφυλάκιον··
미번역
비잔틴(RP) Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
구역(1910) 예수께서 제자들을 불러다가 이르시되 `내가 진실로 너희에게 이르노니 이 가난한 과부는 연보 궤에 넣는 모든 사람보다 많이 넣었도다
44πάντες·γὰρ·ἐκ·τοῦ·περισσεύοντος·αὐτοῖς·ἔβαλον,·αὕτη·δὲ·ἐκ·τῆς·ὑστερήσεως·αὐτῆς·πάντα·ὅσα·εἶχεν·ἔβαλεν,·ὅλον·τὸν·βίον·αὐτῆς.·
미번역
비잔틴(RP) πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
구역(1910) 저희는 다 그 풍족한 중에서 넣었거니와 이 과부는 그 구차한 중에서 자기 모든 소유 곧 생활비 전부를 넣었느니라' 하셨더라