마가복음 9장
1καὶ·ἔλεγεν·αὐτοῖς··Ἀμὴν·λέγω·ὑμῖν·ὅτι·εἰσίν·τινες·⸂τῶν·ὧδε⸃·ἑστηκότων·οἵτινες·οὐ·μὴ·γεύσωνται·θανάτου·ἕως·ἂν·ἴδωσιν·τὴν·βασιλείαν·τοῦ·θεοῦ·ἐληλυθυῖαν·ἐν·δυνάμει.·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
구역(1910) 또 저희에게 이르시되 `내가 진실로 너희에게 이르노니 여기 섰는 사람 중에 죽기 전에 하나님의 나라가 권능으로 임하는 것을 볼 자들도 있느니라' 하시니라
2Καὶ·μετὰ·ἡμέρας·ἓξ·παραλαμβάνει·ὁ·Ἰησοῦς·τὸν·Πέτρον·καὶ·τὸν·Ἰάκωβον·⸀καὶ·Ἰωάννην,·καὶ·ἀναφέρει·αὐτοὺς·εἰς·ὄρος·ὑψηλὸν·κατʼ·ἰδίαν·μόνους.·καὶ·μετεμορφώθη·ἔμπροσθεν·αὐτῶν,·
미번역
비잔틴(RP) Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
구역(1910) 엿새 후에 예수께서 베드로와 야고보와 요한을 데리시고 따로 높은 산에 올라 가셨더니 저희 앞에서 변형되사
3καὶ·τὰ·ἱμάτια·αὐτοῦ·⸀ἐγένετο·στίλβοντα·λευκὰ·⸀λίαν·οἷα·γναφεὺς·ἐπὶ·τῆς·γῆς·οὐ·δύναται·⸀οὕτως·λευκᾶναι.·
미번역
비잔틴(RP) καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.
구역(1910) 그 옷이 광채가 나며 세상에서 빨래하는 자가 그렇게 희게 할 수 없을 만큼 심히 희어졌더라
4καὶ·ὤφθη·αὐτοῖς·Ἠλίας·σὺν·Μωϋσεῖ,·καὶ·ἦσαν·συλλαλοῦντες·τῷ·Ἰησοῦ.·
미번역
비잔틴(RP) Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
구역(1910) 이에 엘리야가 모세와 함께 저희에게 나타나 예수로 더불어 말씀하거늘
5καὶ·ἀποκριθεὶς·ὁ·Πέτρος·λέγει·τῷ·Ἰησοῦ··Ῥαββί,·καλόν·ἐστιν·ἡμᾶς·ὧδε·εἶναι,·καὶ·ποιήσωμεν·⸂τρεῖς·σκηνάς⸃,·σοὶ·μίαν·καὶ·Μωϋσεῖ·μίαν·καὶ·Ἠλίᾳ·μίαν.·
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν.
구역(1910) 베드로가 예수께 고하되 `랍비여 우리가 여기 있는 것이 좋사오니 우리가 초막 셋을 짓되 하나는 주를 위하여, 하나는 모세를 위하여, 하나는 엘리야를 위하여 하사이다' 하니
6οὐ·γὰρ·ᾔδει·τί·⸀ἀποκριθῇ,·⸂ἔκφοβοι·γὰρ·ἐγένοντο⸃.·
미번역
비잔틴(RP) Οὐ γὰρ ᾔδει τί λαλήσει· ἦσαν γὰρ ἔκφοβοι.
구역(1910) 이는 저희가 심히 무서워하므로 저가 무슨 말을 할는지 알지 못함이더라
7καὶ·ἐγένετο·νεφέλη·ἐπισκιάζουσα·αὐτοῖς,·καὶ·⸀ἐγένετο·φωνὴ·ἐκ·τῆς·νεφέλης··Οὗτός·ἐστιν·ὁ·υἱός·μου·ὁ·ἀγαπητός,·⸂ἀκούετε·αὐτοῦ⸃.·
미번역
비잔틴(RP) Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ἦλθεν φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
구역(1910) 마침 구름이 와서 저희를 덮으며 구름 속에서 소리가 나되 `이는 내 사랑하는 아들이니 너희는 저의 말을 들으라' 하는지라
8καὶ·ἐξάπινα·περιβλεψάμενοι·οὐκέτι·οὐδένα·εἶδον·⸂ἀλλὰ·τὸν·Ἰησοῦν·μόνον·μεθʼ·ἑαυτῶν⸃.·
미번역
비잔틴(RP) Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.
구역(1910) 문득 둘러 보니 아무도 보이지 아니하고 오직 예수와 자기들 뿐이었더라
9⸂Καὶ·καταβαινόντων⸃·αὐτῶν·⸀ἐκ·τοῦ·ὄρους·διεστείλατο·αὐτοῖς·ἵνα·μηδενὶ·⸂ἃ·εἶδον·διηγήσωνται⸃,·εἰ·μὴ·ὅταν·ὁ·υἱὸς·τοῦ·ἀνθρώπου·ἐκ·νεκρῶν·ἀναστῇ.·
미번역
비잔틴(RP) Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
구역(1910) 저희가 산에서 내려 올 때에 예수께서 경계하시되 `인자가 죽은 자 가운데서 살아날 때까지는 본 것을 아무에게도 이르지 말라' 하시니
10καὶ·τὸν·λόγον·ἐκράτησαν·πρὸς·ἑαυτοὺς·συζητοῦντες·τί·ἐστιν·τὸ·ἐκ·νεκρῶν·ἀναστῆναι.·
미번역
비잔틴(RP) Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
구역(1910) 저희가 이 말씀을 마음에 두며 서로 문의하되 `죽은 자 가운데서 살아나는 것이 무엇일까 ?' 하고
11καὶ·ἐπηρώτων·αὐτὸν·λέγοντες··Ὅτι·λέγουσιν·οἱ·γραμματεῖς·ὅτι·Ἠλίαν·δεῖ·ἐλθεῖν·πρῶτον;·
미번역
비잔틴(RP) Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
구역(1910) 이에 예수께 묻자와 가로되 `어찌하여 서기관들이 엘리야가 먼저 와야 하리라 하나이까 ?'
12ὁ·δὲ·⸀ἔφη·αὐτοῖς··Ἠλίας·μὲν·ἐλθὼν·πρῶτον·⸀ἀποκαθιστάνει·πάντα,·καὶ·πῶς·γέγραπται·ἐπὶ·τὸν·υἱὸν·τοῦ·ἀνθρώπου·ἵνα·πολλὰ·πάθῃ·καὶ·⸀ἐξουδενηθῇ;·
미번역
비잔틴(RP) Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.
구역(1910) 가라사대 `엘리야가 과연 먼저와서 모든 것을 회복하거니와 어찌 인자에 대하여 기록하기를 많은 고난을 받고 멸시를 당하리라 하였느냐
13ἀλλὰ·λέγω·ὑμῖν·ὅτι·καὶ·Ἠλίας·ἐλήλυθεν,·καὶ·ἐποίησαν·αὐτῷ·ὅσα·⸀ἤθελον,·καθὼς·γέγραπται·ἐπʼ·αὐτόν.·
미번역
비잔틴(RP) Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ’ αὐτόν.
구역(1910) 그러나 내가 너희에게 이르노니 엘리야가 왔으되 기록된 바와 같이 사람들이 임의로 대우하였느니라' 하시니라
14Καὶ·⸂ἐλθόντες·πρὸς·τοὺς·μαθητὰς·εἶδον⸃·ὄχλον·πολὺν·περὶ·αὐτοὺς·καὶ·γραμματεῖς·συζητοῦντας·⸂πρὸς·αὐτούς⸃.·
미번역
비잔틴(RP) Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.
구역(1910) 저희가 이에 제자들에게 와서 보니 큰 무리가 둘렀고 서기관들이 더불어 변론하더니
15καὶ·⸀εὐθὺς·πᾶς·ὁ·ὄχλος·⸂ἰδόντες·αὐτὸν·ἐξεθαμβήθησαν⸃,·καὶ·προστρέχοντες·ἠσπάζοντο·αὐτόν.·
미번역
비잔틴(RP) Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
구역(1910) 온 무리가 곧 예수를 보고 심히 놀라며 달려와 문안하거늘
16καὶ·ἐπηρώτησεν·⸀αὐτούς··Τί·συζητεῖτε·πρὸς·⸀αὑτούς;·
미번역
비잔틴(RP) Καὶ ἐπηρώτησεν τοὺς γραμματεῖς, Τί συζητεῖτε πρὸς αὐτούς;
구역(1910) 예수께서 물으시되 `너희가 무엇을 저희와 변론하느냐 ?'
17καὶ·⸂ἀπεκρίθη·αὐτῷ·εἷς·ἐκ·τοῦ·ὄχλου⸃··Διδάσκαλε,·ἤνεγκα·τὸν·υἱόν·μου·πρὸς·σέ,·ἔχοντα·πνεῦμα·ἄλαλον··
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
구역(1910) 무리 중에 하나가 대답하되 `선생님, 벙어리 귀신 들린 내 아들을 선생님께 데려 왔나이다
18καὶ·ὅπου·⸀ἐὰν·αὐτὸν·καταλάβῃ·ῥήσσει·αὐτόν,·καὶ·ἀφρίζει·καὶ·τρίζει·τοὺς·⸀ὀδόντας·καὶ·ξηραίνεται··καὶ·εἶπα·τοῖς·μαθηταῖς·σου·ἵνα·αὐτὸ·ἐκβάλωσιν,·καὶ·οὐκ·ἴσχυσαν.·
미번역
비잔틴(RP) Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
구역(1910) 귀신이 어디서든지 저를 잡으면 거꾸러져 거품을 흘리며 이를 갈며 그리고 파리하여 가는지라 내가 선생의 제자들에게 내어 쫓아달라 하였으나 저희가 능히 하지 못하더이다'
19ὁ·δὲ·ἀποκριθεὶς·⸀αὐτοῖς·λέγει··Ὦ·γενεὰ·ἄπιστος,·ἕως·πότε·πρὸς·ὑμᾶς·ἔσομαι;·ἕως·πότε·ἀνέξομαι·ὑμῶν;·φέρετε·αὐτὸν·πρός·με.·
미번역
비잔틴(RP) Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.
구역(1910) 대답하여 가라사대 `믿음이 없는 세대여 ! 내가 얼마나 너희와 함께 있으며 얼마나 너희를 참으리요 그를 내게로 데려오라' 하시매
20καὶ·ἤνεγκαν·αὐτὸν·πρὸς·αὐτόν.·καὶ·ἰδὼν·αὐτὸν·⸂τὸ·πνεῦμα·εὐθὺς⸃·⸀συνεσπάραξεν·αὐτόν,·καὶ·πεσὼν·ἐπὶ·τῆς·γῆς·ἐκυλίετο·ἀφρίζων.·
미번역
비잔틴(RP) Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.
구역(1910) 이에 데리고 오니 귀신이 예수를 보고 곧 그 아이로 심히 경련을 일으키게 하는지라 저가 땅에 엎드러져 굴며 거품을 흘리더라
21καὶ·ἐπηρώτησεν·τὸν·πατέρα·αὐτοῦ··Πόσος·χρόνος·ἐστὶν·ὡς·τοῦτο·γέγονεν·αὐτῷ;·ὁ·δὲ·εἶπεν··⸀Ἐκ·παιδιόθεν··
미번역
비잔틴(RP) Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, Παιδιόθεν.
구역(1910) 예수께서 그 아비에게 물으시되 `언제부터 이렇게 되었느냐 ?' 하시니 가로되 `어릴 때부터니이다
22καὶ·πολλάκις·⸂καὶ·εἰς·πῦρ·αὐτὸν⸃·ἔβαλεν·καὶ·εἰς·ὕδατα·ἵνα·ἀπολέσῃ·αὐτόν··ἀλλʼ·εἴ·τι·⸀δύνῃ,·βοήθησον·ἡμῖν·σπλαγχνισθεὶς·ἐφʼ·ἡμᾶς.·
미번역
비잔틴(RP) Καὶ πολλάκις αὐτὸν καὶ εἰς τὸ πῦρ ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
구역(1910) 귀신이 저를 죽이려고 불과 물에 자주 던졌나이다 그러나 무엇을 하실 수 있거든 우리를 불쌍히 여기사 도와 주옵소서'
23ὁ·δὲ·Ἰησοῦς·εἶπεν·αὐτῷ··Τὸ·Εἰ·⸀δύνῃ,·πάντα·δυνατὰ·τῷ·πιστεύοντι.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.
구역(1910) 예수께서 이르시되 `할 수 있거든 이 무슨 말이냐 ? 믿는 자에게는 능치 못할 일이 없느니라 !' 하시니
24⸀εὐθὺς·κράξας·ὁ·πατὴρ·τοῦ·⸀παιδίου·ἔλεγεν··⸀Πιστεύω··βοήθει·μου·τῇ·ἀπιστίᾳ.·
미번역
비잔틴(RP) Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγεν, Πιστεύω, κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.
구역(1910) 곧 그 아이의 아비가 소리를 질러 가로되 `내가 믿나이다 나의 믿음 없는 것을 도와주소서 !' 하더라
25ἰδὼν·δὲ·ὁ·Ἰησοῦς·ὅτι·ἐπισυντρέχει·ὄχλος·ἐπετίμησεν·τῷ·πνεύματι·τῷ·ἀκαθάρτῳ·λέγων·αὐτῷ··Τὸ·⸂ἄλαλον·καὶ·κωφὸν·πνεῦμα⸃,·ἐγὼ·⸂ἐπιτάσσω·σοι⸃,·ἔξελθε·ἐξ·αὐτοῦ·καὶ·μηκέτι·εἰσέλθῃς·εἰς·αὐτόν.·
미번역
비잔틴(RP) Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
구역(1910) 예수께서 무리의 달려 모이는 것을 보시고 그 더러운 귀신을 꾸짖어 가라사대 `벙어리 되고 귀먹은 귀신아 ! 내가 네게 명하노니 그 아이에게서 나오고 다시 들어가지 말라' 하시매
26καὶ·⸂κράξας·καὶ·πολλὰ·σπαράξας⸃·ἐξῆλθεν··καὶ·ἐγένετο·ὡσεὶ·νεκρὸς·ὥστε·⸀τοὺς·πολλοὺς·λέγειν·ὅτι·ἀπέθανεν.·
미번역
비잔틴(RP) Καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
구역(1910) 귀신이 소리지르며 아이로 심히 경련을 일으키게 하고 나가니 그 아이가 죽은 것같이 되어 많은 사람이 말하기를 죽었다 하나
27ὁ·δὲ·Ἰησοῦς·κρατήσας·⸂τῆς·χειρὸς·αὐτοῦ⸃·ἤγειρεν·αὐτόν,·καὶ·ἀνέστη.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη.
구역(1910) 예수께서 그 손을 잡아 일으키시니 이에 일어서니라
28καὶ·⸂εἰσελθόντος·αὐτοῦ⸃·εἰς·οἶκον·οἱ·μαθηταὶ·αὐτοῦ·⸂κατʼ·ἰδίαν·ἐπηρώτων·αὐτόν⸃··Ὅτι·ἡμεῖς·οὐκ·ἠδυνήθημεν·ἐκβαλεῖν·αὐτό;·
미번역
비잔틴(RP) Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
구역(1910) 집에 들어가시매 제자들이 종용히 묻자오되 `우리는 어찌하여 능히 그 귀신을 쫓아내지 못하였나이까 ?'
29καὶ·εἶπεν·αὐτοῖς··Τοῦτο·τὸ·γένος·ἐν·οὐδενὶ·δύναται·ἐξελθεῖν·εἰ·μὴ·ἐν·⸀προσευχῇ.·
미번역
비잔틴(RP) Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
구역(1910) 이르시되 `기도 외에 다른 것으로는 이런 유가 나갈 수 없느니라' 하시니라
30Κἀκεῖθεν·ἐξελθόντες·⸀παρεπορεύοντο·διὰ·τῆς·Γαλιλαίας,·καὶ·οὐκ·ἤθελεν·ἵνα·τις·γνοῖ··
미번역
비잔틴(RP) Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ.
구역(1910) 그곳을 떠나 갈릴리 가운데로 지날새 예수께서 아무에게도 알리고자 아니하시니
31ἐδίδασκεν·γὰρ·τοὺς·μαθητὰς·αὐτοῦ·καὶ·ἔλεγεν·αὐτοῖς·ὅτι·Ὁ·υἱὸς·τοῦ·ἀνθρώπου·παραδίδοται·εἰς·χεῖρας·ἀνθρώπων,·καὶ·ἀποκτενοῦσιν·αὐτόν,·καὶ·ἀποκτανθεὶς·⸂μετὰ·τρεῖς·ἡμέρας⸃·ἀναστήσεται.·
미번역
비잔틴(RP) Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
구역(1910) 이는 제자들을 가르치시며 또 인자가 사람들의 손에 넘기워 죽임을 당하고 죽은 지 삼 일만에 살아나리라는 것을 말씀하시는 연고더라
32οἱ·δὲ·ἠγνόουν·τὸ·ῥῆμα,·καὶ·ἐφοβοῦντο·αὐτὸν·ἐπερωτῆσαι.·
미번역
비잔틴(RP) Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
구역(1910) 그러나 제자들은 이 말씀을 깨닫지 못하고 묻기도 무서워하더라
33Καὶ·⸀ἦλθον·εἰς·Καφαρναούμ.·καὶ·ἐν·τῇ·οἰκίᾳ·γενόμενος·ἐπηρώτα·αὐτούς··Τί·ἐν·τῇ·⸀ὁδῷ·διελογίζεσθε;·
미번역
비잔틴(RP) Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;
구역(1910) 가버나움에 이르러 집에 계실새 제자들에게 물으시되 `너희가 노중에서 서로 토론한 것이 무엇이냐 ?' 하시되
34οἱ·δὲ·ἐσιώπων,·πρὸς·ἀλλήλους·γὰρ·διελέχθησαν·ἐν·τῇ·ὁδῷ·τίς·μείζων.·
미번역
비잔틴(RP) Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων.
구역(1910) 저희가 잠잠하니 이는 노중에서 서로 누가 크냐 ? 하고 쟁론하였음이라
35καὶ·καθίσας·ἐφώνησεν·τοὺς·δώδεκα·καὶ·λέγει·αὐτοῖς··Εἴ·τις·θέλει·πρῶτος·εἶναι·ἔσται·πάντων·ἔσχατος·καὶ·πάντων·διάκονος.·
미번역
비잔틴(RP) Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος.
구역(1910) 예수께서 앉으사 열 두 제자를 불러서 이르시되 `아무든지 첫째가 되고자 하면 뭇사람의 끝이 되며 뭇사람을 섬기는 자가 되어야 하리라' 하시고
36καὶ·λαβὼν·παιδίον·ἔστησεν·αὐτὸ·ἐν·μέσῳ·αὐτῶν·καὶ·ἐναγκαλισάμενος·αὐτὸ·εἶπεν·αὐτοῖς··
미번역
비잔틴(RP) Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς·
구역(1910) 어린 아이 하나를 데려다가 그들 가운데 세우시고 안으시며 제자들에게 이르시되
37Ὃς·⸀ἂν·ἓν·τῶν·τοιούτων·παιδίων·δέξηται·ἐπὶ·τῷ·ὀνόματί·μου,·ἐμὲ·δέχεται··καὶ·ὃς·⸁ἂν·ἐμὲ·⸀δέχηται,·οὐκ·ἐμὲ·δέχεται·ἀλλὰ·τὸν·ἀποστείλαντά·με.·
미번역
비잔틴(RP) Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
구역(1910) `누구든지 내 이름으로 이런 어린 아이 하나를 영접하면 곧 나를 영접함이요 누구든지 나를 영접하면 나를 영접함이 아니요 나를 보내신 이를 영접함이니라'
38⸂Ἔφη·αὐτῷ·ὁ·Ἰωάννης⸃··Διδάσκαλε,·εἴδομέν·τινα·⸀ἐν·τῷ·ὀνόματί·σου·ἐκβάλλοντα·δαιμόνια,·⸂καὶ·ἐκωλύομεν·αὐτόν,·ὅτι·οὐκ·ἠκολούθει·ἡμῖν⸃.·
미번역
비잔틴(RP) Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης, λέγων, Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.
구역(1910) 요한이 예수께 여짜오되 `선생님 우리를 따르지 않는 어떤 자가 주의 이름으로 귀신을 내어 쫓는 것을 우리가 보고 우리를 따르지 아니하므로 금하였나이다'
39ὁ·δὲ·Ἰησοῦς·εἶπεν··Μὴ·κωλύετε·αὐτόν,·οὐδεὶς·γάρ·ἐστιν·ὃς·ποιήσει·δύναμιν·ἐπὶ·τῷ·ὀνόματί·μου·καὶ·δυνήσεται·ταχὺ·κακολογῆσαί·με··
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
구역(1910) 예수께서 가라사대 `금하지 말라 내 이름을 의탁하여 능한 일을 행하고 즉시로 나를 비방할 자가 없느니라
40ὃς·γὰρ·οὐκ·ἔστιν·καθʼ·⸂ἡμῶν,·ὑπὲρ·ἡμῶν⸃·ἐστιν.·
미번역
비잔틴(RP) Ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
구역(1910) 우리를 반대하지 않는 자는 우리를 위하는 자니라
41Ὃς·γὰρ·ἂν·ποτίσῃ·ὑμᾶς·ποτήριον·ὕδατος·ἐν·⸀ὀνόματι·ὅτι·χριστοῦ·ἐστε,·ἀμὴν·λέγω·ὑμῖν·⸀ὅτι·οὐ·μὴ·⸀ἀπολέσῃ·τὸν·μισθὸν·αὐτοῦ.·
미번역
비잔틴(RP) Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
구역(1910) 누구든지 너희를 그리스도에게 속한 자라 하여 물 한 그릇을 주면 내가 진실로 너희에게 이르노니 저가 결단코 상을 잃지 않으리라
42Καὶ·ὃς·⸀ἂν·σκανδαλίσῃ·ἕνα·τῶν·μικρῶν·⸀τούτων·τῶν·πιστευόντων·⸂εἰς·ἐμέ⸃,·καλόν·ἐστιν·αὐτῷ·μᾶλλον·εἰ·περίκειται·⸂μύλος·ὀνικὸς⸃·περὶ·τὸν·τράχηλον·αὐτοῦ·καὶ·βέβληται·εἰς·τὴν·θάλασσαν.·
미번역
비잔틴(RP) Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.
구역(1910) 또 누구든지 나를 믿는 이 소자 중 하나를 실족케 하면 차라리 연자 맷돌을 그 목에 달리우고 바다에 던지움이 나으리라
43Καὶ·ἐὰν·⸀σκανδαλίζῃ·σε·ἡ·χείρ·σου,·ἀπόκοψον·αὐτήν··καλόν·⸂ἐστίν·σε⸃·κυλλὸν·⸂εἰσελθεῖν·εἰς·τὴν·ζωὴν⸃·ἢ·τὰς·δύο·χεῖρας·ἔχοντα·ἀπελθεῖν·εἰς·τὴν·γέενναν,·εἰς·τὸ·πῦρ·τὸ·⸀ἄσβεστον.·
미번역
비잔틴(RP) Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοι ἐστὶν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
구역(1910) 만일 네 손이 너를 범죄케 하거든 찍어 버리라 불구자로 영생에 들어가는 것이 두 손을 가지고 지옥 꺼지지 않는 불에 들어가는 것보다 나으니라
44SBLGNT 비평본문에 없는 절
비잔틴(RP) ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
구역(1910) (없 음)
45καὶ·ἐὰν·ὁ·πούς·σου·σκανδαλίζῃ·σε,·ἀπόκοψον·αὐτόν··καλόν·ἐστίν·⸀σε·εἰσελθεῖν·εἰς·τὴν·ζωὴν·χωλὸν·ἢ·τοὺς·δύο·πόδας·ἔχοντα·βληθῆναι·εἰς·τὴν·⸀γέενναν.·
미번역
비잔틴(RP) Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
구역(1910) 만일 네 발이 너를 범죄케 하거든 찍어 버리라 절뚝발이로 영생에 들어가는 것이 두 발을 가지고 지옥에 던지우는 것보다 나으니라
46SBLGNT 비평본문에 없는 절
비잔틴(RP) ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
구역(1910) (없 음)
47καὶ·ἐὰν·ὁ·ὀφθαλμός·σου·σκανδαλίζῃ·σε,·ἔκβαλε·αὐτόν··καλόν·⸀σέ·ἐστιν·μονόφθαλμον·εἰσελθεῖν·εἰς·τὴν·βασιλείαν·τοῦ·θεοῦ·ἢ·δύο·ὀφθαλμοὺς·ἔχοντα·βληθῆναι·εἰς·⸀τὴν·⸀γέενναν,·
미번역
비잔틴(RP) Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοι ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός,
구역(1910) 만일 네 눈이 너를 범죄케 하거든 뻬어버리라 한 눈으로 하나님의 나라에 들어가는 것이 두 눈을 가지고 지옥에 던지우는 것보다 나으니라
48ὅπου·ὁ·σκώληξ·αὐτῶν·οὐ·τελευτᾷ·καὶ·τὸ·πῦρ·οὐ·σβέννυται.·
미번역
비잔틴(RP) ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
구역(1910) 거기는 구더기도 죽지 않고 불도 꺼지지 아니하느니라
49Πᾶς·γὰρ·πυρὶ·⸀ἁλισθήσεται.·
미번역
비잔틴(RP) Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.
구역(1910) 사람마다 불로서 소금 치듯함을 받으리라
50καλὸν·τὸ·ἅλας··ἐὰν·δὲ·τὸ·ἅλας·ἄναλον·γένηται,·ἐν·τίνι·αὐτὸ·ἀρτύσετε;·ἔχετε·ἐν·ἑαυτοῖς·⸀ἅλα,·καὶ·εἰρηνεύετε·ἐν·ἀλλήλοις.·
미번역
비잔틴(RP) Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
구역(1910) 소금은 좋은 것이로되 만일 소금이 그 맛을 잃으면 무엇으로 이를 짜게 하리요 너희 속에 소금을 두고 서로 화목하라 !' 하시니라